Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.257
Not analysed yet
θερμὰ νοσοῦντας. ἀφ' ἑνὸς γὰρ ὡς ἀπὸ παραδείγματος ἐπὶ πάντα τἀναντία μετάγειν χρὴ τὸν λόγον. Ὀξυθυμίῃ ἀνασπᾶται καρδίη καὶ πνεύμων ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν καὶ τὰ θερμὰ καὶ τὸ ὑγρόν, τῇ δὲ εὐθυμίῃ ἀφίησι καρδίη. Αἰνιγματωδέστερον ἡ λέξις σύγκειται καὶ διὰ τοῦτο καὶ γραφὰς αὐτῆς πλείονας ἐποιήσαντο καὶ ταῖς γραφαῖς ἐοικυίας ἐξηγήσεις, ***ἀληθέστερον δ' ἂν εἴποι τις, οὐ ταῖς γραφαῖς τὰς ἐξηγήσεις, ἀλλὰ ταῖς ἐπινοηθείσαις ἐξηγήσεσι προσαναπεπλάσθαι τὰς γραφάς. εὐθὺς οὖν τὸ ἀνασπᾶται τί ποτε σημαίνει κατὰ <τήνδε> τὴν ῥῆσιν; ἀνασπᾶσθαι τὴν καρδίαν καὶ τὸν πνεύμονα λέγειν αὐτὸν ὑπὸ τῆς ὀξυθυμίης ἐξηγησόμεθα, προσκειμένου δὲ τοῦ ἐς ἑωυτὰ καὶ ἐς