Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.258
Not analysed yet
κεφαλὴν |διανοίας ἑτέρας ἔμφασις γίνεται τοιαύτης· "ἡ καρδία καὶ ὁ πνεύμων ἀνασπᾶται εἰς ἑαυτὰ καὶ εἰς τὴν κεφαλὴν καὶ τὸ θερμὸν καὶ τὸ ὑγρόν", ὄντος καὶ τοῦ θερμὰ πλησίον ἀδιανοήτου. "θερμὸν" γὰρ ἐχρῆν ἢ θερμὰ εἰρῆσθαι μᾶλλον. ἄμεινον οὖν ἐστιν ἴσως ἀπογνόντα τῆς κατὰ μέρος ἐν τῇ ῥήσει λέξεως ὡς συγκεχυμένης ἔκφρασιν αὐτῆς μᾶλλον ἢ παράφρασιν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ποιήσασθαι. τοῦτο δ' ἀδύνατον γενέσθαι, μὴ κἂν εἴ γ' ἕν τι τῶν ὀνομάτων ἐξηγησαμένων ἡμῶν, ὅπερ ἐστὶ τὸ ἀνασπᾶν. δυοῖν γὰρ θάτερον ἐν ταῖς ὀξυθυμίαις ἤτοι τὸν πνεύμονα καὶ τὴν καρδίαν εἰς τὴν κεφαλὴν ἀνασπᾶσθαι φάναι ἢ τὴν καρδίαν καὶ τὸν πνεύμονα ἐκ τῶν κάτωθεν ἀνασπᾶν εἰς ἑαυτὰ τό τε θερμὸν καὶ τὸ ὑγρόν. πιθανὸν γὰρ ἐκ τῶν κατὰ τὸ ἧπαρ χωρίων, ὅθεν ἡ χορηγία τοῦ αἵματός ἐστιν, ἀνασπᾶσθαι τήν τε θερμασίαν καὶ τὴν ὑγρότητα. φαίνεται οὖν ἐναργῶς ἐν ταῖς ὀξυθυμίαις μείζονά τε καὶ σφοδρότερον ἡ καρδία ποιουμένη τὸν σφυγμὸν ἅμα ταῖς καθ' ὅλον τὸ ζῷον ἀρτηρίαις. εὔλογον δὲ καὶ τὰ πληρώσαντα τὴν διαστολὴν |