Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.259
Not analysed yet
αὐτῆς ἕλκεσθαι τηνικαῦτα πλείω. τοῦ δὲ πρὸς τὴν κεφαλὴν ἀναφέρεσθαι τό τε ὑγρὸν καὶ τὴν θερμασίαν πλείονα σημεῖόν ἐστι τὸ κατὰ τοὺς ὀφθαλμούς τε καὶ τὸ πρόσωπον ὅλον ἔρευθος. ἀλλὰ καὶ εἰ ἅψαιο, θερμότερα ταῦτα φανεῖταί σοι γεγονότα. προδήλως δὲ καὶ οἱ ὀφθαλμοὶ λάμπουσί τε ἅμα καὶ πυρωδέστεροι δηλοῦνται γεγονέναι καὶ ἡ σύμπασα κεφαλὴ θερμοτέρα. κατὰ δὲ τὴν εὐθυμίαν, φησίν, ἀφίησιν ἡ καρδία, τουτέστι καταλείπει τὰ προειρημένα. ***χρήσιμος δὲ τῶν εἰρημένων ἡ γνῶσις εἰς τὸ ποτὲ μὲν φυλάττεσθαι τὴν ὀξυθυμίαν, ποτὲ δ' αὐτὴν ἐπιτηδεύειν, φυλάττεσθαι μὲν, ὅταν ἡ [καρδία καὶ ἡ] κεφαλὴ θερμοτέρα τοῦ προσήκοντος ὑπάρχῃ κατὰ φυσικὴν δυσκρασίαν ἤ τι πάθος θερμὸν ἐπίκτητον, ἐπιτηδεύειν δ' ἐν τοῖς πάθεσι ψυχροῖς ἢ τῇ φύσει ψυχροτέρᾳ κεφαλῇ. ὡσαύτως δὲ ἡ καθ' ὅλον τὸ σῶμα κρᾶσις, εἰ μὲν εἴη θερμοτέρα τοῦ δέοντος, ἤτοι κατὰ πάθος ἢ φύσει, βλαβήσεται μεγάλως ὑπὸ τῆς ὀξυθυμίας, ἡ δ' ἐναντία τῇδε μεγάλως ὀνήσεται. τοῦτο γάρ τοι καὶ <κατὰ> τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐδείκνυμεν ὑπ' |