Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.260
Not analysed yet
αὐτοῦ δεδιδαγμένον, ἡνίκ' ἔλεγεν· "ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ <ἐγ>χυμώσιος." Πόνος τοῖσιν ἄρθροισι καὶ σαρξὶ σῖτος ὕπνος σπλάγχνοισι. Ἐπειδὴ τὸ πόνος ὄνομα πολλάκις μὲν εἴωθεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ γυμνασίου λέγειν, ἐνίοτε <δ'> ἀντὶ τῆς ὀδύνης ἢ ἁπλῶς ἡστινοσοῦν βλάβης, ὡς ἐν πολλοῖς ὑπομνήμασιν ἤδη μεμαθήκατε, διὰ τοῦτο τοίνυν ἄλλος ἐπ' ἄλλο τῶν τριῶν σημαινομένων ἧκε τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὁ μέν τις ἡγούμενος αὐτὸν λέγειν τὸ γυμνάσιον τοῖς ἄρθροις τε καὶ ταῖς σαρξὶν οἷόν περ σῖτον εἶναι, τουτέστι τροφὴν καὶ ῥώμην καὶ ὠφέλειαν· αὐξάνεσθαι γὰρ αὐτίκα καὶ κρατύνεσθαι καὶ ῥώννυσθαι διὰ τῶν γυμνασίων οὐδὲν ἧττον ἢ διὰ τῶν τροφῶν. ὁ δέ τις ἄλγημα καὶ ὀδύνην τοῖς ἄρθροις τε καὶ ταῖς σαρξὶ