Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.261
Not analysed yet
τὸν πολὺν σῖτον ἤκουσεν εἰρῆσθαι· τὴν |γὰρ πληθώραν οὐ μόνον δυσκίνητα ποιεῖν τά τε ἄρθρα καὶ τὰς σάρκας, ὅπερ ἐστὶ τοὺς μῦς (ἐν τούτοις γὰρ τὸ τῶν σαρκῶν γένος), ἀλλὰ καὶ ῥευματίζειν ὡς ὀδύνας ἐργαζέσθαι. ταύτῃ δ' ἕπεται τῇ γνώμῃ καὶ τὸ κατὰ τὸ τρίτον σημαινόμενον, ἡγουμένων τινῶν τὸν πολὺν σῖτον, ὅπερ ἐστὶ τὴν πληθώραν, βλάβην εἶναι τοῖς τε ἄρθροις καὶ ταῖς σαρξίν. οὐ μόνον δὲ σαρξὶ καὶ ἄρθροις, ἀλλὰ καὶ πᾶσι τοῖς μορίοις τοῦ σώματος ἡ πληθώρα καὶ βλάβην εἴωθε καὶ ὀδύνας ἐπιφέρειν. καὶ μέντοι καὶ τὸ δεύτερον μέρος τῆς ῥήσεως, ἐν ᾧ φησιν· ὕπνος σπλάγχνοισι, τὴν μὲν διάνοιαν ἕξει τοιαύτην· "ὥσπερ ὁ πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξίν, οὕτως ὁ ὕπνος τοῖς σπλάγχνοις ἤτοι γυμνάσιον ἔσται φέρον εὐεξίαν ἢ ὀδύνην ἢ βλάβην οἴσει." γυμνάζεσθαι μὲν ἐν τοῖς ὕπνοις τὰ σπλάγχνα, καθ' ὅσον ἐνεργεῖ μάλιστα τηνικαῦτα καὶ κατεργάζεται τὴν τροφήν, ἀκούειν ἄν τις δύναιτο. βλάβην δέ τινα καὶ ὀδύνην ἐπιφέρειν οὐκ ἀληθές, ἀνωδυνίαν τε γὰρ καὶ ὠφέλειαν μᾶλλον ὁ ὕπνος, οὐ τοὐναντίον πέφυκεν ἐργάζεσθαι, πλὴν εἴ τις ἐν ἀρχαῖς παροξυσμῶν λέγοι |