Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.262
Not analysed yet
ταῦτα ποιεῖν αὐτόν. ἀλλὰ νῦν γε χωρὶς διορισμοῦ τῆς ῥήσεως γεγραμμένης οὐκ ἀληθὴς ὁ λόγος ἔσται. μήτι τοίνυν ἄμεινόν ἐστιν οὕτως ἀναγινώσκειν· πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξίν· εἶτ' ἀφ' ἑτέρας ἀρχῆς· σῖτος, ὕπνος σπλάγχνοισιν, ἵν' ὁ λόγος γένηται τοιόσδε· "τὸ μὲν γυμνάσιον τοῖς ἄρθροις καὶ ταῖς σαρξὶν ὠφέλειαν παρέχει, σῖτος δὲ καὶ ὕπνος τοῖς σπλάγχνοις." τοῦ γὰρ ἐμφύτου θερμοῦ συννεύοντος εἰς τὸ βάθος, ὡς αὐτὸς ἐδίδαξεν, αἵ τε πέψεις τῶν σιτίων ἀμείνους γίνονται καὶ τρέφεται τηνικαῦτα τὰ σπλάγχνα. κατὰ δὲ τὴν ἐγρήγορσιν ἀποτεινομένου πρὸς τὸ δέρμα τοῦ ἐμφύτου θέρμου τὰ σπλάγχνα ψυχρότερα γίνεται σφῶν αὐτῶν. ἅπερ δὲ ἐκείνοις ὑπῆρχεν ἐν τοῖς ὕπνοις, ταῦτα τοῖς κώλοις πᾶσί τε τοῖς ἐκτὸς ἐν ταῖς ἐγρηγόρσεσιν. Ψυχῆς περὶ παντὸς φροντὶς ἀνθρώποις. |