Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.263
Not analysed yet
***Τὸν περίπατον ἀντὶ τοῦ γυμνασίου πάντες ἤκουσαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, ἵν' ὁ λόγος ᾖ τοιόσδε· "τοῖς ἀνθρώποις αἱ φροντίδες γυμνάσιον", <νομίσαντες αὐτὸν τῇ> προσηγορίᾳ κεχρῆσθαι τῇ τοῦ περιπάτου, δηλούσης τῆς φωνῆς ταύτης εἶδός τι γυμνασίου. κακοζήλου δὲ τῆς ἑρμηνείας οὔσης, εἰκότως αὐτὴν ὁ Διοσκουρίδης φυλαττόμενος, οὐ περίπατος ἔγραψεν, ἀλλὰ προσθεὶς τὸ ν γράμμα "περὶ παντὸς", ὥστε γενέσθαι τὴν λέξιν τοιάνδε· ψυχῆς περὶ παντὸς φροντὶς ἀνθρώποις, ἵν' ᾖ δηλούμενον ἐξ αὐτῆς· "περὶ παντὸς τοῖς ἀνθρώποις ἀσκητέον ἐστὶ τὸν λογισμόν." αἱ γάρ τοι διανοήσεις ὀνομάζονται φροντίδες, ὅθεν καὶ τὸν Σωκράτην φροντιστὴν ἐκάλουν καὶ φροντίδας τὰ σοφὰ βουλεύματα τἀνδρὸς ὠνόμαζον, ὡς κἀν ταῖς Ἀριστοφάνους Νεφέλαις <ἔστιν> εὑρεῖν, ἔνθα κωμῳδεῖ καὶ σκώπτει τὸν Σωκράτην ὡς ἀδολέσχην. εἰ δέ τῳ δόξει φιλοσόφου θεωρίας, οὐκ ἰατρικῆς ὁ λόγος ἔχεσθαι, πρῶτον μὲν ἐνθυμείτω κοινὸν ἁπασῶν εἶναι τῶν λογικῶν αὐτὸν τεχνῶν, ἐν αἷς τὸν