Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.264
Not analysed yet
λογισμὸν χρὴ γυμνάζειν, ὡς ἄλλοις |τε πολλοῖς εἴρηται τῶν ἰατρῶν Ἐρασιστράτῳ τ' οὐκ ὀλιγάκις. ἔπειτα δὲ καὶ πάθη τινὰ γίνεται τὰ μὲν οἷον ναρκοῦντα τὸ λογιστικὸν καὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς, τὰ δὲ καρώδη καὶ καταφορικά. τούτοις οὖν ἡγητέον ὠφελίμους εἶναι τὰς φροντίδας, ὡς ἐν ἄλλοις ἐδίδαξε τὰς ὀξυθυμίας εἶναι χρησίμους εἰς εὐχυμίαν τε καὶ τῆς κατὰ φύσιν ἕξεως ἀνάκτησιν. Ἐν τοῖς τρώμασι τὸ αἷμα συντρέχει, βοηθητέον ὡς τὸ κενὸν πλησθῆναι. Αἰνιγματώδης καὶ ἥδε ἡ ῥῆσίς ἐστιν. οὔτε γὰρ τί τὸ συντρέχειν δηλοῖ σαφές ἐστιν οὔτε τί <τὸ τὸ> κενὸν πλησθῆναι. διὰ τοῦτ' οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆσθαι τὸν λόγον φασὶ περὶ τῆς ἐπὶ τραύμασιν αἱμορραγίας, ἔνιοι δὲ περὶ τῆς ἐπιγινομένης φλεγμονῆς. ἑκάτεροι γὰρ ἀξιοῦσιν εἰς τὸ |