Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.273
Not analysed yet
τὸ τέταρτον ὑπόμνημα, μετὰ τοῦ καὶ φαίνεσθαι σαφῶς, ὅταν ἐν τῇ γαστρὶ πλείονι χρόνῳ τὰ τοιαῦτα μείνῃ μήτ' ἀναδοθῆναι φθάσαντα μήτε πεφθῆναι, τὴν ὠχρὰν ἐξ αὐτῶν γεννωμένην χολήν. ὅσοι γοῦν ἤμεσαν τηνικαῦτα, τὴν τοιαύτην ἤμεσαν. περὶ μὲν οὖν τῆς ὠχρᾶς γλώττης ἱκανὰ καὶ ταῦτα. τὰς δ' ἐρυθρὰς ἀφ' αἵματος γίνεσθαί φησιν. οὐδὲ γὰρ οὐδ' ἐπινοῆσαι δυνατὸν ἀφ' ἑτέρου χυμοῦ πλεονεκτοῦντος ἐρυθρὰν γενέσθαι χρόαν ἔν τινι μορίῳ. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστὶ τῶν ἐπικρατούντων δηλονότι καὶ πλεονεκτούντων, οὐ τῶν ἐλλειπόντων. οὕτως δὲ καὶ τὰς μελαίνας γλώττας ἀπὸ μελαίνης χολῆς γίνεσθαί φησιν, ὁ γὰρ αὐτὸς λόγος κἀνταῦθα. τὰς δὲ αὔας, ὅπερ ἐστὶ ξηρὰς ἱκανῶς ἐκ πυρετοῦ διακαοῦς, ὃς οἷον πῦρ κατακαίων τὸ αἷμα λιγνύι μᾶλλον ἤπερ ἀτμῷ παραπλήσιον ἀναθυμίασιν ἐργάζεται· διὸ καὶ μέλαιναι πολλάκις αἱ τοιαῦται φαίνονται γλῶτται. γίνονται δὲ τοιαῦται γλῶτται καὶ ἀπὸ μητρῴου μορίου, τῆς ὑστέρας δηλονότι. καὶ γὰρ καὶ ταύτῃ φλεγμαινούσῃ πυρετοὶ θερμότατοι συνεδρεύουσιν.