Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.274
Not analysed yet
ὥσπερ δὲ ὠχραὶ μὲν ἀπὸ |τῆς ὠχρᾶς, μέλαιναι δ' ἀπὸ τῆς μελαίνης, ἐρυθραὶ δ' ἀπὸ τοῦ αἵματος, οὕτως ἀπὸ <τοῦ> φλέγματος αἱ λευκαὶ γίνονται γλῶτται. τοῖς μὲν οὖν εἰρημένοις σημείοις ἀκολουθεῖ διὰ παντὸς τὰ δηλούμενα, τοῖς δὲ πράγμασιν οὐκ ἐξ ἀνάγκης τὰ σημεῖα· φλεγμαινούσης γὰρ τῆς μήτρας οὐ διὰ παντὸς οἱ πυρετοὶ διακαεῖς γίνονται, καθάπερ οὐδ' αἵματος πλεονάζοντος ἐρυθραίνεται γλῶττα. καὶ μέντοι καὶ χολῆς μελαίνης ἐν σπληνὶ περιεχομένης ἢ κατά τινας <τῶν> κάτω φλεβῶν, ἡ γλῶττα τὴν χρόαν οὐ μεταβάλλει, καθάπερ οὐδ' ἐπὶ τῆς ὠχρᾶς οὐδ' ἐπὶ τοῦ φλέγματος, ἀλλ' ὅταν ἤτοι κατὰ τὴν γαστέρα περιέχηταί τι τούτων ἢ θερμασίας πολλῆς χεούσης τε καὶ πνευματούσης τοὺς χυμούς, ἡ φορὰ γίνεται πρὸς τὸ μετέωρον. καθόλου τοίνυν ἐστὶ ῥητέον, ὡς ἕκαστον τῶν εἰρημένων ἐπὶ τῆς γλώττης σημεῖον ἐνδεικτικόν ἐστιν ἤτοι πυρετοῦ περικαοῦς ἅμα τῷ κατὰ <τὴν τῆς γλώττης χρόαν> ἕκαστον αὐτῶν <τῶν> ὑφ' Ἱπποκράτους γεγονέναι <λεγομένων> χυμῶν πλεονάζειν ἢ τοῦ περὶ τὴν γαστέρα περιέχεσθαι τὸν τοιοῦτον. |