Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.275
Not analysed yet
Οὖρον ὁμόχρουν σώματι καὶ πόματι καὶ ὡς ἔσωθεν ἰόν, ποτοῦ ὑγρότης, σύντηξις. τὸ οὖρον ποτὲ μὲν ὁμόχρουν τῷ πεπομένῳ φαίνεται, μὴ μεταβαλλομένων μηδ' αἱματουμένων καλῶς τῶν σιτίων, οἷς καὶ τὸ ποθὲν αὐτὸ συμμεταβάλλεται, ποτὲ δὲ συντήξεώς τινος ἐν τῷ σώματι μορίου γενομένης, ὡς ὁ Σαβῖνος ἔγραψεν. ταῦτα μὲν οὖν ἀμφότερα παρὰ φύσιν διοικουμένου τοῦ σώματος γίνεται, κατὰ φύσιν δ' ἔχοντος ἅμα τῇ τῶν χυμῶν γενέσει τὸ ποτὸν μεταβαλλόμενόν τε καὶ χροϊζόμενον ἐργάζεται τὰς διαφορὰς τῶν οὔρων οὔτε κατὰ τὰς τῶν πεπομένων ποιότητας οὔτε κατὰ τὰς τῶν συντακέντων ἐν τῷ σώματι μορίων, ἀλλὰ κατὰ τὰς ἰδέας τῶν γεννηθέντων χυμῶν, ὡς ἔμπροσθεν ἤδη δέδεικται. πότε δ' οὖν διασῴζει τὸ οὖρον τῶν πεπομένων τὴν χρόαν; εἰ μὲν ὕδωρ [ὃ] εἴη τὸ ποθὲν ἤ τις οἶνος λευκὸς καὶ λεπτός, ὑδατῶδες φαίνεται καὶ λευκόν· εἰ δὲ παχὺς καὶ μέλας εἴη ὁ οἶνος, μελάντε|