Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.276
Not analysed yet
ρόν τε καὶ παχύτερον, ὥσπερ γε καὶ ξανθότερον, εἰ παλαιὸς καὶ κιρρὸς ὁ οἶνος. τῶν δὲ συντακέντων μορίων ἐνδείκνυται τὴν χρόαν, ὅταν οἷον ὀροβοειδῆ τε καὶ κριμνοειδῆ συνεξέρχηταί τινα αὐτοῖς. ἀφ' ἥπατος γάρ ἐστι τὰ τοιαῦτα, καθάπερ γε τὰ σαρκωδέστερα τῶν νεφρῶν, οὕτω δὲ καὶ τὰ πεταλώδη τῆς κύστεως, τὰ δὲ λιπαρὰ πιμελῆς, τὰ δὲ κριμνώδη μὲν τῷ τε μεγέθει καὶ τῇ σκληρότητι, μὴ μέντοι λευκὰ σαρκὸς συντετηγμένης γνωρίσματα, καθάπερ γε καὶ τὰ μέλανα τοῦ σπληνὸς μᾶλλον. οὐ μέντοι τά γε τοῖς τῶν ὑποζυγίων ἐοικότα <τοῦ ἐγκεφάλου> συντήξεώς ἐστι σημεῖον, ὥσπερ ὁ Σαβῖνος ᾤετο. δέδεικται γὰρ ἐν τοῖς <Εἰς τοὺς> ἀφορισμοὺς ὑπομνήμασι τὰ τοιαῦτα γινόμενα τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἠθροικόσι πλεῖστον, ὅταν ὑπὸ θέρμης χυθῇ. τηνικαῦτα γὰρ αὐτῷ συμβαίνει πνευματουμένῳ πρὸς τὴν κεφαλὴν ἀναπέμπειν πνεῦμα φυσῶδες, ὅθεν αἱ κεφαλαλγίαι γίνονται. |