Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.277
Not analysed yet
Γλῶσσα ὁμόχρους τῇσι προστάσεσι, διόπερ ταύτῃ γινώσκομεν τοὺς χυμούς. ***ἀσαφής ἐστιν ἐνταῦθα ἡ προστάσεσι φωνή, τινῶν μὲν οἰομένων προστάσεις χυμῶν εἰρῆσθαι ἐκ τῆς γαστρὸς ὁρμώντων, ἐνίων δὲ τοὺς ἐπιπηγνυμένους τῇ γλώττῃ, τινῶν δὲ τοὺς διαβρέχοντας αὐτήν. ἄμεινον δὲ τούτους ἅπαντας ἀκούειν, ἵνα ἐπὶ τῶν ὁπωσοῦν ψαυόντων τῆς γλώττης χυμῶν ὁ λόγος ᾖ γινόμενος. ὁμόχρους γὰρ αὐτοῖς φαίνεται, κἂν ἐκ τῆς γαστρὸς ἄνω φέρωνται, κἂν διὰ τῶν φλεβῶν ἥκωσι τῶν τρεφουσῶν, κἂν ἐξ ἀτμῶν τινων ἀναφερομένων ἔξωθεν <ἐπ'> αὐτῆς ἐπιπήγνυνταί τε καὶ περιπήγνυνται χωρὶς τοῦ διαβρέχειν τὸ βάθος. διὰ τοῦτο οὖν αὐτὸ καὶ τοὺς χυμοὺς διαγινώσκομεν· ἐὰν μὲν γὰρ χλωρὰ γένηται, τοὺς πικροχόλους, ἐὰν δὲ μέλαινα, τοὺς μελαγχολικούς, ἀνὰ λόγον δὲ τοῖσδε τοὺς ἄλλους, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἶ|