Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.278
Not analysed yet
πον ἐξηγούμενος τὴν ῥῆσιν, ἐν ᾗ φησι· "γλῶσσαι χλωραὶ χολώδεες." Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον. Οὐ μόνον ἡ χρόα τῆς γλώττης ἐνδείκνυται τοὺς πλεονάζοντας χυμούς, ἀλλὰ καὶ ἡ γευστικὴ κατ' αὐτὴν δύναμις. οὕτως γοῦν ἐνίοις μὲν ἔχουσι πικρὸν χυμὸν ἐν τῇ γλώττῃ πάντα φαντάζεται πικρά, κἂν ᾖ γλυκύτατα, καθάπερ τοῖς ἰκτεριῶσιν, ἐνίοις δ' ἁλμυρὰ διὰ τὸν ἁλυκὸν ὀνομαζόμενον χυμόν. ἐναργὲς δὲ τούτου τεκμήριον ἐπ' αὐτῶν τῶν ὑγιαινόντων ἐστίν. ἐὰν γοῦν τις ἀψινθίου γευσάμενος εὐθέως ἐπ' αὐτῷ γεύηταί τινος ἄλλου, πικρὸν αὐτὸ φανεῖται, κἂν ἅλας μασησάμενος ἄλλο τι μετ' αὐτοὺς αὐτίκα προσενέγκηται, καὶ τοῦτο φανεῖται τὸ γευσθὲν ἁλμυρόν. οὕτως οὖν κἀν ταῖς νοσώδεσι διαθέσεσιν, ὅταν <ἡ γλῶττα> μὴ καθαρὰ καὶ ἀπέ|