Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.279
Not analysed yet
ριττος ᾖ, κατὰ τὴν φύσιν τοῦ περιττώματος ὁ τῶν σιτίων <γευόμενος εὑρήσει τὸν> ἐν αὐτῇ πλεονάζοντα χυμόν, ἐὰν τὸ προσφερόμενον, οὗ γεύσεταί τις, ἔξω πάσης ᾖ σφοδρᾶς ποιότητος. εἰ δὲ μή, μικτή τις αἴσθησις ἔσται τῇ γλώττῃ δυοῖν χυμῶν, αὐτοῦ τε τοῦ κατ' αὐτὴν πλεονάζοντος καὶ τοῦ κατὰ τὸ προσφερόμενον ἐπικρατοῦντος. ἔνια μὲν γὰρ ἱκανῶς ἐστιν ἁλμυρά, τινὰ δὲ πικρά, τινὰ δὲ δριμέα, καθάπερ ὀξέα μὲν ἄλλα, γλυκέα δ' ἄλλα. μικτὴ τοιγαροῦν, ὡς ἔφην, εἰ τῶν τοιούτων τις γεύοιτο, γενήσεται τῶν χυμῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τοῦ κατὰ τὴν γλῶτταν ὑπάρχοντος ἤδη καὶ τοῦ ψαύοντος ἔξωθεν αὐτῆς. διὰ τοῦτ' οὖν ὁ Ἱπποκράτης ἕν τι τῶν τοιούτων ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ, καθάπερ εἴωθε ποιεῖν ἐν τούτοις τοῖς ὑπομνήμασι. Ἢν τῶν μασθῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος. |