Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.280
Not analysed yet
***οὐ κατὰ τὴν Ἱπποκράτους ἑρμηνείαν ἐστὶν ἄγγος ὀνομάσαι τὴν ὑστέραν. τὸ γοῦν λεγόμενον εὔδηλόν ἐστιν. ἐὰν γάρ τι τῶν εἰρημένων σημείων περὶ τοὺς τιτθοὺς γένηται, νοσώδη διάθεσιν εἶναι κατὰ τὴν ὑστέραν δηλοῖ. πολλάκις γὰρ ἤδη μεμαθήκατε περὶ τῆς κοινωνίας τῶν τιτθῶν πρὸς τὴν μήτραν. Ἀνθρώποισιν ὁ ἐν τοῖς ὠσὶ ῥύπος ὁ μὲν γλυκὺς θανάσιμος, ὁ δὲ πικρὸς οὔ. Τάχ' ἂν καίτοι γε ἄκων τις ὑπομείνειε γεύσασθαι τοῦ κατὰ τὸ οὖς ῥύπου. τῷ δ' ἰατρῷ βδελυρὸν ἂν εἴη τὸ πρόσταγμα. πρόδηλον δ' ὡς οὐκ ἐν ἄλλῳ καιρῷ δύναται γενέσθαι ὁ ῥύπος γλυκὺς ἢ καθ' ὃν ὁ ἐγκέφαλος νοσεῖ. κατὰ φύσιν γάρ ἐστιν αὐτῷ τὸ πικρῷ φαίνεσθαι, διὸ καὶ τὸ γλυκὺ ἐγκεφάλου συντηκομένου φασὶ γίνεσθαι. ***|