Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.291
Not analysed yet
λίαι σκληραί." πότερον δὲ τήν γε τῶν ἐκτὸς μερῶν τοῦ σώματος λέγει ψῦξιν μόνον, ἥτις κἀν ταῖς βορείαις γίνεται καταστάσεσιν, ἢ <καὶ τὴν> τῶν ἔνδον, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τὴν κοιλίαν, ἐπισκέψασθαι παρέλιπον οἱ ἐξηγηταί, καίτοι διαφορὰν ἐχούσας οὐ σμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψῦξιν ἴσμεν οἵ γε παραφυλάττοντες τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀεὶ σκληρύνουσαν τὴν γαστέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν ὑγραίνουσαν, ἥ γε καὶ τὰς καλουμένας κοιλιακὰς ἐργάζεται διαθέσεις, ἐνίοτε καθ' ὃν καιρὸν αὐτὰ μὲν τὰ σώματα τῶν ἔνδον μορίων ἐνδέχεται γίνεσθαι σκληρότερα, διαχωρεῖσθαι δ' ὑγρά, μήτε πεττομένων καλῶς τῶν σιτίων μήτ' ἀναδιδομένων. ταῦτα μὲν οὖν ἀναγκαῖον γινώσκεσθαι τοῖς ἰατροῖς ἅπασι, τὰς δ' αἰτίας αὐτῶν μόνοις τοῖς ἀρίστοις. οὐ γὰρ ὅπερ οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ταύτην <λέγουσιν>, ἀληθές ἐστιν εἰπεῖν, ἀεὶ τὸ ψυχρὸν συνάγον καὶ πηγνύον, οἷς ἂν ὁμιλήσῃ, σκληρότερα κατὰ τοῦτο ποιεῖν αὐτά. τοῦτο γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων σωμάτων, ὅσα μὴ κατὰ βάθος ἐστίν, ὀρθῶς ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν |