Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.300
Not analysed yet
δοκεῖ βέλτιον εἶναι τὸν λόγον αὐτῷ νομίζειν ἡμᾶς γεγονέναι περί τε τῆς ἐκ χυμῶν βλάβης καὶ τῆς ἑπομένης αὐτῇ διαφθορᾶς τῶν σιτίων. ὅταν γὰρ ἤτοι ψυχρὸς ἢ δακνώδης ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθῇ χυμός, ἐκ διαφθορᾶς σιτίων ἢ μοχθηρᾶς ποιότητος ἢ καὶ συρροῆς ἐκ τοῦ σώματος ἀρχὴ ῥίγους ἐντεῦθεν γίνεται. δέδεικται γὰρ ἐν τῷ Περὶ ῥίγους λόγῳ διὰ ψυχρὸν αἴτιον ἢ δακνῶδες τὸ ῥῖγος γινόμενον, ὅταν γε τὸ αἴτιον τοῦτο διὰ σωμάτων αἰσθητικῶν κινῆται καὶ φέρηται σφοδρότερον. ὥσπερ δὲ τοῦτο φαίνεται συμβαῖνον, οὕτως ἐνίοτε πυρετὸς ἐπὶ διαφθορᾷ τροφῆς ὁρᾶται γινόμενος, ἐπειδὰν εἰς τὴν κάτω κοιλίαν ἡ διεφθαρμένη κατενεχθῇ, μὴ προηγουμένου τηνικαῦτα ῥίγους, ὥσπερ ὁπότε τὰ κατὰ τὸ στόμα τῆς κοιλίας ἐδάκνετο. Ἐπισπασμός, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ἰσχναίνει ὕπνος πολύς. |