Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.301
Not analysed yet
τὸν δὲ κεκενωμένον ὅτι [ὁ] πολὺς ὕπνος ξηραίνει καὶ τῇ πείρᾳ μὲν εἴσῃ, δι' ἧς ἅπαντες λόγοι κρίνονται, καὶ πρὸ τῆς πείρας δὲ ποδηγηθείης ἂν εἰς τὴν τοῦ λεγομένου πίστιν ἐξ ὧν προμεμάθηκας. εἰ μὲν ἐν τοῖς ὕπνοις εἴσω συννεύει τὸ αἷμα καὶ δηλονότι τὸ ἔμφυτον θερμόν, ἐν δὲ ταῖς ἐγρηγόρσεσιν <ἐπὶ τ>ἀκτὸς ἀποτείνεται, πεφθήσεται μὲν ἐν τοῖς ὕπνοις τὰ κατὰ τὴν γαστέρα τε καὶ <τὸ> ἧπαρ, ὅλον δὲ τραφήσεται τὸ σῶμα κατὰ τὰς ἐγρηγόρσεις. ἐν τοίνυν τοῖς κεκενωμένοις ἔσω μὲν συννεύει τὸ θερμόν, οὐδὲν δὲ ἔχον ὃ πέψει μαραίνεται. πρῶτον γάρ τοι τῶν ἄλλων ὑπὸ τῆς τροφῆς αὐτὸ τρέφεται, καθάπερ τὸ πῦρ ὑπὸ τῶν ξύλων. ἀσφαλῶς δὲ προσέθηκε τὸ πολύς. ὁ γὰρ ὀλίγος ἰᾶται τὸν προγεγονότα κάματον, ἡνίκα ὁ ἄνθρωπος ἐκκενοῦται διὰ τῆς γαστρός. εἶτ' εἰ καθ' ἧπάρ τε καὶ τὰς πρώτας φλέβας εἴη <τι> χυμῶν ἀπέπτων ὑπολειπόμενον, ἐκπέττει πᾶν αὐτό. τοῦτο μὲν οὖν τὸ δεύτερον μέρος τῆς ῥήσεως οὐδὲν ἔχει †ἰσχυρὸν κατὰ τὴν λέξιν ἁμάρτημα. τὸ δὲ πρότερον, ὃ κατὰ τήνδε γέγραπται τὴν λέξιν· ἐπισπασμός, πνεύμων, ξηρὸν καῦμα, πάμπολυ |