Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.302
Not analysed yet
τοῦ τῶν Ἑλλήνων ἔθους ἀποκεχώρηκεν. ἐχρῆν γὰρ εἰρῆσθαι κατὰ τήνδε τὴν λέξιν αὐτό· "ἐπισπασμὸς γίνεται, διότι ξηρὸν καῦμα κατὰ τὴν τοῦ πνεύμονος κρᾶσίν ἐστιν", ἐπισπασμὸν ἀκουόντων ἡμῶν δηλονότι τὴν εἰσπνοήν. ὁ δὲ Κόϊντος οὐδ' ὅτι ξηρὸς καὶ θερμός ἐστιν ὁ πνεύμων, διὰ τοῦτο ἔφη γίνεσθαι τὴν ταχεῖάν τε καὶ πυκνὴν ἀναπνοήν, ἀλλὰ διὰ τὴν τοιαύτην ξηραίνεσθαί τε καὶ θερμαίνεσθαι τὸν πνεύμονα. τὸν γὰρ ἐπισπασμὸν οὐχ ἁπλῶς ἀναπνοὴν ἅπασαν, ἀλλὰ μόνην τὴν ταχεῖάν τε καὶ πυκνὴν ἐβούλετο δηλοῦν. ὅτι δὲ ὑπὸ τῆς πυκνῆς ὁ πνεύμων καταξηραίνεται κἀν τῷ Περὶ διαίτης ὀξέων ὑπ' αὐτοῦ λέλεκται. Ψυχρότατον βρῶμα φακοί, κέγχροι, κολοκύνθαι. Κέγχροι καὶ κολοκύνθαι ψυχρὰ βρώματα σαφῶς εἰσιν, εἰ καὶ μὴ ψυχρότατα. φακῆν δὲ οὐκ ἂν ὁμολογήσαιμι ψυχρὸν εἶναι βρῶμα. φαίνεται γὰρ σαφῶς, ὥσπερ αἱ κολο|