Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.303
Not analysed yet
κύνθαι καὶ σὺν αὐταῖς ἀτράφαξύς τε καὶ βλίτον καὶ θριδακίνη καὶ χονδρίλη καὶ τῶν σιτηρῶν ἐδεσμάτων ἡ κριθὴ καὶ κέγχροι ψύχοντα, κατὰ τὸν ἐναντίον δὴ τρόπον ἡ φακῆ μηδεμίαν ἐνδεικνυμένη ψῦξιν ἢ παραχρῆμα μετὰ τὸ βρωθῆναι περιεχομένη κατὰ τὴν ἄνω κοιλίαν ἢ ὕστερον ἐν τοῖς λεπτοῖς ἐντέροις ἢ παχέσι γινομένη. τάχα δ' ἐπειδὴ ψυκτικὸν ἔχειν τι τὸν στύφοντα χυμὸν ἐδείξαμεν ἐν τῇ Περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τὴν φακῆν οἰήσεταί <τις> ψύχειν, ἐπιλελησμένος ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν εἰρημένον, ὡς ἕκαστον τῶν τοιούτων ἁπλοῦν μὲν φαίνεται καὶ λέγεται, παραβαλλόμενον <δὲ> τοῖς ὑφ' ἡμῶν ἐκ συνθέσεως κατασκευαζομένοις οὐ μὴν ἀκριβῶς γε ἁπλοῦν ἐστιν. ἐδείχθη γοῦν καὶ ἡ φακῆ κατὰ τὸ πρῶτον γράμμα Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐξ ἐναντίων οὐσιῶν συγκειμένη, τῆς μὲν ἐπεχούσης τὰ κατὰ τὴν γαστέρα, τῆς δὲ εἰς ἀπόκρισιν αὐτὴν ἐπεγειρούσης. τούτων οὖν ἡ μὲν ἐπέχουσα ψυχρὰ καὶ γεώδης ἐστίν, ἡ δ' ἐπεγείρουσα θερμή. καὶ διὰ τοῦτο |