Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.304
Not analysed yet
ξηραντικὸν μὲν ἔδεσμα φακῆ, ψυχρὸν δ' οὐδαμῶς, ὥσπερ οὐδὲ θερμόν, ἀλλ' ἐξ ἀμφοῖν μικτὸν καὶ μέσον ἢ καὶ βραχύ τι πρὸς τὸ θερμότερον ἀποκεχωρηκός ἐστιν ἀπὸ τοῦ μέσου. ὁπότ' οὖν οὐδὲ ψυχρὸν ἁπλῶς συγχωρήσειεν ἄν τις εἶναι τὴν φακῆν, ἦ πού γε ψυχρότατον ὑπερβολικῶς. καὶ μέντοι καὶ καταπλαττομένη τοῖς φλεγμαίνουσιν ἕλκεσι φακῆ φαίνεται μὲν ἀναστέλλουσα καὶ ἀποκρουομένη τοὺς ἐπιρρέοντας χυμοὺς τῷ πεπονθότι μέρει, τῷ στύφειν δηλονότι ποιοῦσα. φαίνεται δὲ καὶ πεπτικὸν ἔχειν τι καὶ πυοποιόν, ὅπερ ἥκιστα τοῖς ψυχροῖς ὑπάρχει. εἴτ' οὖν αὐτὸς ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, εἴτε τις ἄλλος ἐστὶν ὁ παρεγγράψας τήνδε τὴν ῥῆσιν, οὐκ ὀρθῶς ἐγίνωσκε περὶ φακῶν δυνάμεως. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. <Τοῦτ' ἀναγκαῖόν ἐστιν,> ἐμάθομεν γὰρ ἐν τοῖς πόνοις, τουτέστιν ἐν τοῖς γυμνασίοις, τὴν θερμασίαν πλείονα γινομένην ἐκ τοῦ βάθους |