Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.305
Not analysed yet
ἄγειν ἐπὶ τὸ δέρμα καὶ διαφορεῖν τοὺς χυμούς. ὅταν οὖν οὗτοι φθάνωσιν ἠθροῖσθαι κατὰ τὸ σῶμα μοχθηροί, διαβιβρώσκουσι τῇ δριμύτητι τὸ δέρμα καὶ γεννῶσιν ἕλκη, καθάπερ, ὅταν παχεῖς καὶ κολλώδεις ὦσιν, ἐμφράττουσιν ἧπάρ τε καὶ νεφρούς. κατὰ δὲ τὸ δέρμα τὰ μετ' ὄγκου ἐργάζεται παθήματα. Γυνή, αἲξ ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι <καὶ> παιδίοισι κάθαρσις. Οὐκ ἐλατήριον μόνον, ὅπερ ἐστὶν ἀγρίου σικύου χυλός, ὥσπερ γε οὐδὲ σίκυον μόνον αἱ προσενεγκάμεναι καθαρτικὸν ἴσχουσι τὸ γάλα τῶν θηλαζόντων παίδων, ἀλλὰ κἂν ἄλλο τι <λάβωσι τῶν> ὑπηλάτων ὀνομαζομένων φαρμάκων. εἴτε δὲ τὴν μὲν γυναῖκα τὸ ἐλατήριον, τὴν δὲ αἶγα τὸν σίκυον ἄγριον, εἴτε δ' <ἀμφοτέρας> ἀμφότερα βεβρωκυίας καθαίρειν τὰ παιδία |