Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.306
Not analysed yet
τῷ γάλακτί φησιν, οὐδὲν διαφέρει, καθάπερ οὐδ' εἰ βεβρωκυῖα γράψει τις ἢ "φαγοῦσα". χρήσιμος δ' ὁ λόγος εἴς τε χρείαν ἰατρικὴν καὶ δόγμα φυσικόν. ὅταν γὰρ βουληθῶμεν ὑποκαθῆραι βρέφη διδόντες τι τῶν τοιούτων φαγεῖν ἤτοι τῇ θηλαζούσῃ μητρὶ τὸ παιδίον ἢ αἰγί, δι' ἐκείνων αὐτὸ καθαροῦμεν, εἴς τε δόγματος ἐπίκρισιν διαπεφωνημένου χρήσιμον τοῦτο. τινὲς γὰρ ἡγοῦνται μηδεμίαν δύναμιν [ἔχειν] τῶν ἐν ταῖς τροφαῖς ἐξ ἀρχῆς οὐσῶν διαφυλάττεσθαι μετὰ τὸ πεφθῆναι καὶ αἱματωθῆναι, τινὲς δὲ διαμένειν ἄχρι πολλοῦ τὰς ἰσχυρὰς δυνάμεις, ὥστε καὶ τοὺς ἱδρῶτας αὐτῶν ὄζειν, ὅπερ ἐκ τοῦ νῦν εἰρημένου μαρτυρεῖται. φαίνεται γὰρ ἐπὶ τῶν τοιούτων φυλαττομένη τῶν ἐδηδεσμένων ἡ δύναμις. ἀλλὰ καὶ παρ' ἡμῖν κατὰ τὸ ἔαρ, ὅταν τῆς σκαμμωνίας τὰ βλαστήματα φάγωσιν αἶγες, καθαρτικὸν αὐταῖς γίνεται τὸ γάλα, κἂν τιθυμάλλου δὲ προσενέγκωνται, ταὐτὸ συμβαίνει. καὶ μέντοι καὶ περὶ τὴν Δωρίδα καὶ Βοιωτίαν καὶ Θετταλίαν ὅσα τ' αὐτῇ γειτνιᾷ χωρία τάσεσι τῶν μυῶν ἑάλωσαν πολλοὶ φαγόντες ὄρτυγας, |