Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.307
Not analysed yet
ἐπειδὴ τὸν ἐλλέβορον ἐσθίουσιν οὗτοι. ταὐτὸ δὲ τοῦτο καὶ κατὰ τὰς Ἀθήνας οἶδά τισι συμβὰν ὀρτύγων δαψιλέστερον ἐδηδοκόσι. Ἐνθέρμῳ βρωθὲν ἔνδοθεν ψῦξις, ἔξωθεν πόνος ἡλίῳ, πυρί, ἐσθῆτι, ὥρῃ θερινῇ, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία. "Τῷ ἐνθέρμῳ φύσει ψῦξίν" φησι καὶ "ποτὸν ὕδωρ" συμφέρειν καὶ πρὸς τούτοις "ἐλινύειν", ὅπερ ἐστὶν ἀπέχεσθαι σφοδρῶν γυμνασίων. πῶς οὖν νῦν κελεύει γυμνάζεσθαι, ὥς τινες ἐξηγοῦνται; πῶς δ' ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεσθαι; λουτρὰ μὲν γὰρ ἐδείχθη ψύχοντα τὰς τοιαύτας κράσεις ἀπολύσει μὲν τοῦ καπνώδους καὶ λιγνυώδους, ὃ ταῖς θερμαῖς κράσεσι συμβαίνει γεννᾶν, ὑγρότητι δὲ ψυχούσῃ τὰ στερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιος θερμαίνει καὶ τού|