Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.308
Not analysed yet
τοις ὁμοίως ἐσθής τε καὶ ὥρα θερινή. λέγει δ' οὖν ἐν τοῖς Ἀφορισμοῖς ὧδε· "κατὰ μὲν τὰς ὥρας τοῦ ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες· τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν." εἴπερ οὖν <ἡ ἔνθερμος> ἡλικία τοῦ χειμῶνος, ἡ ψυχρὰ δὲ τοῦ θέρους ἄμεινον ***οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸς καὶ ὥρας θερινῆς τοῖς ἐνθέρμοις φύσει γίνεσθαι νομίζειν αὐτόν, ἀλλὰ καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προσυπακουόμενον, ἤτοι "κράσει" ἢ "φύσει" ἢ "σώματι" ἢ "ἀνθρώπῳ", [ὃ] διὰ τῆς ἀντιθέσεως ἐγνώσθη "σώματι" καὶ "ἀνθρώπῳ" λελεγμένον μᾶλλον, οὐ "κράσει" καὶ "φύσει". πάντως γὰρ ἂν εἶπε "τῇ δ' ἐναντίᾳ τἀναντία", τὸ τοῦ θήλεος γένους ἄρθρον, τὸ "τῇ", προτάξας †τοῦ τοῖς ἄρρεσιν. γένοιτ' ἂν οὖν ὁ σύμπας λόγος τοιοῦτος· "τῷ πολυθέρμῳ σώματι διὰ μὲν τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψῦξις οἰκεία, |