Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.309
Not analysed yet
βλαβερὰ δ' ἡ ἔξωθεν θερμασία δι' ἡλίου καὶ πυρὸς καὶ ὥρας θερινῆς καὶ ἱματίων", ἐν οἷς ἅπασιν ἡ ξηρὰ θερμασία δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ σύμμετρον, ὁποία τῶν βαλανείων, ψύχειν ἐδείξαμεν τῇ δυνάμει. πρόδηλον δ' ὅτι τὰ συνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖς τοιούτοις ἀεὶ λόγοις, ἔνθα μὴ προστίθεμεν <τὸ> ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων ἢ θειωδῶν ἢ στυπτηριωδῶν <ἢ ἄλλων τοιούτων>· ἐκεῖνα μὲν γὰρ ξηραίνει, <τὰ δὲ ποτίμων ὑδάτων ὑγραίνει> τε καὶ ψύχει. τῷ δ' ἐναντίῳ φύσει σώματι τὰ ἐναντία προσυπακοῦσαι πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν ὠφελούντων τὰ ὠφελοῦντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα, τὰ μὲν ὥσθ' αἱρεῖσθαι, τὰ δὲ ὥστε φεύγειν. εἰ γὰρ τὰς πολυθέρμους φύσεις ἐδέσμασί τε καὶ πόμασιν ἐκέλευσε ψύχειν, τὰς ψυχροτέρας δηλονότι τοῖς ἐναντίοις ἀξιώσει θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰς θερμοτέρας φύσεις ἔλεγεν ὑφ' ἡλίου καὶ πυρὸς καὶ θέρους βλάπτεσθαι, τὰς ψυχροτέρας δηλονότι διὰ μὲν τούτων ὠφελη<θή>σεσθαι, διὰ δὲ τῶν ἐναντίων βλαβήσεσθαι δηλοῖ. |