Ancient Greek · ~2 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.310
Not analysed yet
Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως. Μόνος ὧν οἶδα Καπίτων ἔγραψεν ἀντὶ τοῦ βραδέως "ἐναντίως" τὴν λέξιν ποιήσας τοιάνδε· "βρώματα τὰ μὲν ταχέως κρατεῖται, τὰ δ' ἐναντίως." ἡ γοῦν διάνοια καθ' ἑ<κα>τέραν λέξιν ἡ αὐτή. τὰ γὰρ ἐσθιόμενα διαφέρειν ἀλλήλων φησὶ τῷ τὰ μὲν ταχέως κρατεῖσθαι ὑπὸ τοῦ σώματος, τὰ δὲ βραδέως. ἀκουστέον δὲ κρατεῖσθαι τὸ μεταβάλλεσθαι καὶ πέττεσθαι καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι τῷ σώματι. τῶν δὲ κατὰ μέρος ἐδεσμάτων τίνα μέν ἐστι ταχέως πεττόμενα καὶ αἱματούμενα καὶ τρέφοντα, τίνα δὲ βραδέως, [ἃ] ἐν τρισὶν ὑπομνήμασιν, ἐν τοῖς Περὶ τῶν τῆς τροφῆς δυνάμεων διῆλθον ἀκριβῶς ἅπαντα. |