Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.311
Not analysed yet
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΕΚΤΟΝ Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δῆλον ἡ αἴσθησις, ὡς ἔκπνουν καὶ εἴσπνουν <ὅλον τὸ σῶμα>. Ἕλκειν εἰς ἑαυτάς φησι τὰς σάρκας ἔκ τε κοιλίας καὶ ἔξωθεν, ἐκ μὲν τῆς κοιλίας δηλονότι τὸν ἐκ τῶν σιτίων τε καὶ ποτῶν χυλόν, ὑφ' οὗ τρέφονται, ἔξωθεν δ' οὐκέθ' |