Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.318
Not analysed yet
ἐκθλιβόμενα. τὰ δ' ἐκ τῆς καρδίας ὁ πνεύμων ὑποδέχεται πρότερον οἷόν τι ταμιεῖον τοῦ πνεύματος αὐτῇ παρεσκευασμένος, ἑλκούσῃ μὲν ἐν τῇ διαστολῇ, ἐκπεμπούσῃ δὲ ἐν ταῖς συστολαῖς. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ τῆς προκειμένης ῥήσεως, καὶ δειχθήσεται μικρὸν ὕστερον ἡ ἑξῆς αὐτῇ γεγραμμένη φυλάττουσα τὴν ἀκολουθίαν καὶ πρὸς ταύτην μὲν αὐτήν, οὐχ ἥκιστα δὲ καὶ τὴν προτεταγμένην αὐτῆς. ὅσοι δὲ περὶ καύσου γενέσεως ὑπέλαβον αὐτὸν ἐνταῦθα ποιεῖσθαι τὸν λόγον, πρῶτον μὲν εἴασαν ἐλλιπῶς εἰρημένον τὸν περὶ τοῦ "σάρκες ὁλκοὶ" λόγον. οὐ γὰρ ἕλκουσι μόνον εἰς ἑαυτὰς τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρίνουσι. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δ' ἐκκρίνειν ἀδηλοτέρα καὶ δεῖταί τινος εἰς πίστιν λόγου. μεταβῶμεν οὖν ἐπὶ τὴν ἐχομένην ῥῆσιν ἤδη συντελοῦσάν τι καὶ αὐτήν, ὡς ἔφην ἀρτίως, εἰς διάκρισιν τῆς ἀμείνονος ἐξηγήσεως. |