Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.319
Not analysed yet
Καὶ οἷσι τὸ μὲν πῖον, χολὴ ξανθή, τὸ δ' αἷμα μέλαινα. Ἀναμνησθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆς προηγημένης ῥήσεως. ἡμεῖς γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι τὴν χρείαν τῆς διαπνοῆς, ὀνομαζομένης οὕτω τῆς δι' ὅλου τοῦ σώματος ἐκ τῶν ἀρτηριῶν εἰς τοὐκτὸς φορᾶς τοῦ πνεύματος, ὥσπερ τῆς διὰ τοῦ στόματος ἐκπνοῆς. ἔνιοι δὲ περὶ καύσου γενέσεως ἐνόμισαν εἶναι τὸν λόγον, οἷς οὐ πάνυ τι μαρτυρεῖν ἔφαμεν τὸ "ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει". μήτε γὰρ εὐθέως ἀποκρίνεσθαι κατὰ τοὺς καύσους, ὅπερ αὐτοί φασι δι' ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκενοῦσθαι, μήτ' ἀναγκαῖον εἶναι προσκεῖσθαί τι τῶν τοῦ καύσου συμπτωμάτων τῷ περὶ τῆς γενέσεως αὐτοῦ λόγῳ, τὴν δ' ἡμετέραν ἐξήγησιν ἀμείνονα τῆσδέ φαμεν εἶναι, πρῶτον μὲν ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸς εἶναι, δεύτερον δὲ κἀκ τοῦ τὸ δόγμα πᾶν φαίνεσθαι διδασκόμενον ἐν τῷ λόγῳ |