Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.320
Not analysed yet
περὶ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, ἣν ἀπεδείξαμεν ἔν τισιν ἡμετέροις ὑπομνήμασιν οὐ μόνον ἐν ταῖς διὰ τοῦ στόματος ἀναπνοαῖς, ἀλλὰ καὶ ταῖς καθ' ὅλον τὸ σῶμα διαπνοαῖς γίνεσθαι. τινῶν μὲν ἕνεκα γενέσεως πνεύματος ψυχικοῦ, καθάπερ Ἀσκληπιάδης, ἐνίων δ', ὡς Ἐρασίστρατος, οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δ' ἕνεκα θρέψεως τῶν πνευμάτων τούτων τὰς εἰσπνοὰς γίνεσθαι λεγόντων, ἀπορουμένων δ' ἐν τῷ τὴν χρείαν ἀποδιδόναι τῆς ἐκπνοῆς, ὁ Ἱπποκράτης, ὡς ἐδείξαμεν ἐν τοῖς προειρημένοις ὑπομνήμασιν, ἀληθῆ χρείαν οὐ μόνον τῆς διὰ τοῦ στόματος ἐκπνοῆς, ἀλλὰ καὶ τῆς καθ' ὅλον τὸ σῶμα <διαπνοῆς> διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺς δ' ἐξηγησαμένους ἑτέρως μέμψασθαι δίκαιον, ἐπιλανθανομένους τίνος ἐξηγοῦνται βιβλίον. οὐ γὰρ ἂν εἰς ἄλλων ἀνδρῶν ὑπέσυρον τὸ δόγμα τὴν ἀκολουθίαν ἀπολιπόντες ὧν Ἱπποκράτης ἠβουλήθη. σαφῶς γοῦν εἰπόντος αὐτοῦ τὰς "σάρκας ὁλκοὺς ἐκ κοιλίας καὶ ἔξωθεν", ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσιν |