Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.321
Not analysed yet
τῆς τροφῆς ἐν τῷ σώματι γίνεσθαι, πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν αὐταῖς, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν (ἕπεται γὰρ τοῦτο τοῖς ὑποθεμένοις προνοητικὴν εἶναι τὴν φύσιν τῆς τοῦ ζῴου διαμονῆς, ὧν εἷς ἦν καὶ Ἐρασίστρατος), δεύτερον δέ τί ποτ' ἐστὶ τὸ τῆς ἐκκρίσεως δεόμενον εἰπεῖν (οὐ γὰρ δήπου τὸ αἷμα φήσουσιν, ἐξ οὗ τρέφεται τὸ σῶμα). τούτων οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτης, ὡς ὑπὸ τῶν αἰσθήσει φαινομένων ἑκάτερον ἐναργῶς μαρτυρεῖται προειπών, ἐφεξῆς ἐπὶ τὴν χρείαν μετέβη τῆς καθ' ὅλον τὸ σῶμα διαπνοῆς, τὴν τῆς γενέσεως ἀναγκαίαν αἰτίαν εἰπὼν τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ σῶμα τῶν ζῴων θερμασία περιττώματα ποιεῖ τοιαῦτα συνεχοῦς κενώσεως δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ ῥήσει τὴν ὕλην τῆς τῶν περιττωμάτων γενέσεως ἔδειξεν. ὡς γὰρ ἡ πλείων θερμασία γεννᾶν αὐτὰ πέφυκεν, οὕτως καὶ ὗλαί τινές εἰσιν ἐπιτήδειοι πρὸς τὴν γένεσιν αὐτῶν. εὐλόγως οὖν ἐμνημόνευσε τῆς μελαίνης