Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.322
Not analysed yet
χολῆς. ἐμά|θετε γὰρ τὴν γένεσιν αὐτῆς εἶναι διττήν, ἔκ τε τοῦ παχέος αἵματος καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. εἰ δέ γε περὶ καύσου γενέσεως ὁ λόγος ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνης χολῆς, ὥστε κἀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν ἐξήγησιν ἀληθεύειν τε ἅμα καὶ ὁμολογεῖν τοῖς Ἱπποκράτους δόγμασιν, τὴν δ' ἐκείνων διαφέρεσθαι. τὴν δ' αὐτὴν ταύτην ῥῆσιν εἴρηκε κατ' ἄλλο μέρος τοῦ βιβλίου, καὶ ἡμεῖς αὐτοὶ προεξηγήμεθα, καθ' ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ πῖον οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδους εἰρῆσθαι χρὴ νομίζειν, ἀλλὰ κἀπὶ τοῦ γλυκέος παντός, ὡς περιλαμβάνεσθαι τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ σίραιον, ὅπερ ἕψημα καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες. ***Ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται. |