Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.323
Not analysed yet
Ὅτι μὲν οὔθ' ὁ κατὰ πάθος ψυχρότερος οὔθ' ὁ δι' ἡλικίαν ἐν ψυχρᾷ χώρᾳ καὶ ὥρᾳ δύναται γενέσθαι θερμότερος συμπεφώνηται πᾶσι, καὶ διὰ τοῦτό γε οἱ περὶ τὸν Σαβῖνον ἐπὶ τῶν φύσει ψυχροτέρων ἀληθῆ τὸν λόγον εἶναί φασιν. οὐ μὴν οὐδ' ἐπὶ τούτων ἁπλῶς ῥηθεὶς ἀληθής ἐστιν ἄνευ διορισμοῦ τοιοῦδε· τὸ περιιστάμενον ἔξωθεν ψυχρὸν ὅτι μὲν πυκνοῖ καὶ ψύχει τὰ κατὰ τὸ δέρμα τῶν ἐναργῶς φαινομένων ἐστίν, οὐ μὴν ὡσαύτως γε ἀεὶ διατίθησι τὸ βάθος τοῦ σώματος, ἀλλ' ὥσπερ ἐν Ἀφορισμοῖς διώρισται κατ' ἐκεῖνον τὸν λόγον, ἔνθα φησίν· "ἔστι δ' ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιεῖται", οὕτω καὶ νῦν ἐστιν ἡμῖν διοριστέον. τὸ γάρ τοι καταχεόμενον τοῦ σώματος ἡμῶν ψυχρὸν ἤτοι διικνεῖται πρὸς τὸ βάθος, ὡς καὶ τὰ κατὰ τοῦτο μόρια παραπλησίως ψύξαι τοῖς ἐπιπολῆς, ἢ μόνα ψύχει τὰ κατὰ τὸ δέρμα. πρὸς μὲν οὖν τὸ βάθος ἐξικνούμενον ἐμψύχει τὰ κατὰ τοῦτο μόρια καὶ βλάβην οὐ σμικρὰν ἐργάζεται καθ'