Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.324
Not analysed yet
ὅλον τὸ ζῷον. ἐκλυθείσης δ' αὐτοῦ |τῆς δυνάμεως ἐν τοῖς ἐπιπολῆς τοῦ σώματος μέρεσιν οὐ μόνον οὐκ ἂν ἔτι ψύξει τὰ κατὰ βάθος, ἀλλὰ καὶ θερμότερα πολλῷ τῆς ἔμπροσθεν αὐτοῖς ὑπαρχούσης κράσεως ἀποδείξει. ὅσοι δὲ περὶ <τῶν> ἀραιὸν ἐχόντων τὸ δέρμα καὶ τὰς ὑπ' αὐτὸ σάρκας ἡγοῦνται τὸν λόγον αὐτῷ γεγονέναι νῦν, ἐπειδὴ τούτους φασὶν ἐκ τοῦ διαπνεῖσθαι τὴν θερμασίαν ἀποτελεῖσθαι ψυχροτέρους καὶ διὰ τοῦτο θερμαίνεσθαι πυκνουμένης τῆς ἐπιφανείας καὶ κατεχομένου τοῦ πρότερον ἐκκενουμένου θερμοῦ, λέγουσι μέν τι τῶν ἀληθῶν, οὐ μὴν ἐχρῆν αὐτοὺς ὑπολαμβάνειν εἰρῆσθαι τοὺς οὕτω διαπνεομένους <καὶ> ἐμψυχροτέρους. μάλιστα μὲν γάρ, ὡς ἐμάθετε, τοῖς ὑγροῖς καὶ θερμοῖς σώμασιν ὑπάρχει ταῦτα, δεύτερον δὲ τοῖς θερμοῖς, κἂν χωρὶς ὑγρότητος <ᾖ> τοιαῦτα. τῶν ψυχρῶν δ' οὐδὲν εὐδιαφόρητόν ἐστιν, ἀλλ' ἧττον μὲν τοῦτο πέπονθε τὰ ὑγρά, μᾶλλον δὲ τὰ ξηρά, πλεονεκτεῖ δ' ἀμφοῖν τὰ φύσει θερμά. κατὰ τοῦτο οὖν μοι δοκοῦσιν ἁμαρτάνειν. |