Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.325
Not analysed yet
Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματός τε κοιλίην διαιρεῖν, καῦσις, τομή, θάλψις, ψῦξις, πταρμοί, φυτῶν χυμοί, ἐφ' ὧν τὴν δύναμιν ἔχουσιν, καὶ κυκεών· κακούργων γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες. Βοηθημάτων κατάλογον ἐνταῦθα πεποίηται καὶ σμικραῖς καὶ μεγάλαις ὀδύναις ἁρμοττόντων, ὥσπερ ἐν Ἀφορισμοῖς ἔγραψε τῶν ἐν ὀφθαλμοῖς μόνον, ἔνθα φησίν· "ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη ἢ λουτρὸν ἢ πυρίη ἢ φλεβοτομίη ἢ φαρμακείη λύει", προσέθηκε <δ' ἄλλα> τινὰ νῦν βοηθήματα ταῖς ἐπὶ τῶν ὀφθαλμῶν ὀδύναις ἀνάρμοστα. τὸ μὲν οὖν ἁπάντων πρῶτον εἰρημένον ἐν τῷ προκειμένῳ λόγῳ κάθαρσίς ἐστιν, ἣν ἐν <τὰ μὲν πρότερα δύο> βοηθήματα τελέως ἐξηγησάμεθα καθ' ὅντινα τρόπον ἔγραψεν. περὶ δὲ τῶν ἐφεξῆς λεγομένων πρώτη καῦσίς ἐστι παραλαμβανομένη κατὰ τὰ μεγάλως πεπονθότα |