Ancient Greek · ~4 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.326
Not analysed yet
διὰ κακοχυμίαν πολλήν, ὡς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν γίνεται ποτὲ μὲν ἄντικρυς διαπύροις σιδήροις καιόντων ἡμῶν αὐτά, ποτὲ δὲ φαρμάκοις καυστικοῖς. ἐφεξῆς δὲ τῇ κατακαύσει γέγραπται τομή, παύουσα καὶ αὐτὴ τὰς ὀδύνας τῶν ἤδη πῦον ἐχόντων πολὺ μορίων ἐπὶ φλεγμοναῖς μεγάλαις προηγησαμέναις, εἶθ' ἑξῆς θάλψις ἐν λουτροῖς τε δηλονότι καὶ πυριάσεσι γινομένη. προακηκόατε δ' ἤδη τὰς ὕλας τῶν πυριάσεων ἐφ' ὧν τε προσήκει κεχρῆσθαι διαθέσεων ὀδύνην ἐπιφερουσῶν, οἷον ἐπὶ μὲν τῶν κατὰ θώρακα, δι' ὧν αὐτὸς εἶπεν ἐν τῷ Περὶ διαίτης ὀξέων, ἐπὶ δὲ τῶν ὀφθαλμῶν διὰ σπόγγου μαλθακοῦ, μὴ φέροντος τοῦ μορίου τὰς διὰ τῶν μαρσίππων τε καὶ καταπλασμάτων θάλψεις. ἀλλὰ καὶ ἡ δι' ἐλαίου κατάντλησις ἐπί τε τῶν μέσων τοῦ σώματος καὶ τῆς κεφαλῆς ἴαμα πόνων ἐστί, θάλψις οὖσα, καὶ ἡ δι' ὕδατος ἐπὶ τῶν κώλων, καὶ συνεχεστάτη καὶ πλείστη χρῆσις ἐπὶ τῶν ὀδυνωμένων μορίων, ἣ διὰ τῆς θάλψεως γίνεται τοῖς ἰατροῖς, ἐπειδὴ καὶ τὰ τεταμένα χαλᾷ καὶ τὰ πεπληρωμένα κενοῖ καὶ τὰ κατεψυγμένα θερ|