Ancient Greek · ~3 min
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.335
Not analysed yet
ἀρχῆς ἔχεσθαι, κακῶς ὑπὸ τῶν ἐξηγησαμένων εἰς πλείους λόγους τεμνόμενα. ἐπὶ δὲ τὴν ἑξῆς λέξιν μεταβῶμεν ἀπέχεσθαι δοκοῦσαν ἐμοί γε καὶ μᾶλλον ἁπασῶν τῶν ἔμπροσθεν ἤπερ ἀλλήλων ἐκεῖναι. δύναται δ', ὡς ἐγώ φημι, καὶ αὐτὴ περὶ μὲν ὀδυνῶν εἰρῆσθαι, καθάπερ ἐκεῖναι, διαφέρειν δ' αὐτῶν τῇ κακίᾳ. γίνονται γάρ τινες ὀδύναι κακοήθεις ὑπὸ τῶν κακούργων εἴτ' οὖν φαρμάκων ἃ δηλητήρια καλοῦσιν, εἴτε θηρίων ἰοβόλων, εἴτε καὶ χυμῶν τινων ἐκ διαίτης μοχθηρᾶς ἢ λοιμώδους ἀέρος ἐν τῷ σώματι γεννηθέντων. ἐπὶ τούτων οὖν φημι λελέχθαι ταῦτα τὰ βοηθήματα, γάλα, σκόροδα, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες. γάλα μὲν ἐπὶ τῶν κατὰ διάβρωσιν ἀναιρούντων (ἐπικράσεως γὰρ δεῖται), σκόροδα δ' ἐπὶ τῶν κατὰ σφοδρὰν ψῦξιν, οἶνος δ' ἐπὶ τῶν κατὰ μετρίαν. προσκειμένου δὲ αὐτῷ τοῦ ἀπεζεσμένος δυνατόν ἐστιν ἀκούειν τὸν ἱκανῶς θερμόν, ἐγχωρεῖ δὲ καὶ τὸν οὕτως ἀφεψημένον, ὡς γίνεσθαι τὸ καλούμενον σίραιον.