Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.35
Not analysed yet
τῷ σώματι θερμασίαν ἐξ αὐτῆς ἐπιρρέουσαν ἔχουσιν ἀσθενῆ. διὰ γάρ τοι τὴν ἀσθένειαν ταύτης ἐξ ἀρχῆς αὐτῆς ἡ καρδία γέγονεν, ὡς ἐμάθετε, μικρά. τινὲς δ' οὐ "πτερυγώδεσιν", ἀλλὰ "πυρετώδεσι" γράφουσι, τὴν λέξιν ποιοῦντες τοιάνδε· τὸ φυσῶδες συναίτιον τοῖς πυρετώδεσι· καὶ γάρ εἰσι φυσώδεις. οὐκ ἀληθεύουσι δ' οὐδ' αὐτοὶ πάντας τοὺς πυρετώδεις φυσώδεις εἶναι νομίζοντες. ὅ γε μὴν Διοσκουρίδης, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως γράψας τὸ φυσῶδες, ὧδέ πως ἔγραψε τὴν νῦν προκειμένην ῥῆσιν· συναίτιον οἱ πτερυγώδεες, ὡς εἶναι τὸ συνεχὲς ὅλως αὐτῆς τοιόνδε· "Ἀρκεσιλάῳ δὲ κακὸν ὤδει τὸ φυσῶδες." εἶθ' ἑξῆς ἀπ' ἄλλης ἀρχῆς· συναίτιον οἱ πτερυγώδεες· καὶ γάρ εἰσι φυσώδεες. ἅλις δ' οὖν ἤδη καὶ τῶν φυσωδῶν, ἵνα μὴ τῷ λόγῳ μὲν ἀεὶ παραιτῶμαι τὸ γράφειν πολλά, τῷ δ' ἔργῳ κατάφωρος γίνωμαι μηκύνων περιττῶς. |