Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.36
Not analysed yet
Τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, οἷον χιών, κρύσταλλος, καὶ συστρεπτικόν, οἷον τὰ φήρεα καὶ αἱ γογγρῶναι, συναίτιον <καὶ> αἱ σκληρότητες. Εἴρηται μὲν ἐπὶ πλέον ἔν τε τῷ Περὶ ὑγρῶν χρήσιος κἀν τοῖς Ἀφορισμοῖς, ὁποία τίς ἐστιν ἡ δύναμις τοῦ ψυχροῦ. λέλεκται δέ τινα καὶ νῦν αὐτοῦ τῶν ἔργων ὡς ἐν ὑποτυπώσει χρήσιμα πρὸς τὴν τῆς καθόλου δυνάμεως εὕρεσιν. ὅσον μὲν γὰρ ἐφ' ἑαυτῷ συνάγει καὶ πυκνοῖ καὶ πιλεῖ καὶ σφίγγει τὸ ψυχρὸν ἅπανθ' ὅσοις ἂν πλησιάζῃ καὶ διὰ τοῦτο τάς τε ἀδήλους αἰσθήσει διαπνοὰς τῶν σωμάτων καὶ τὰς αἰσθητὰς ἐκροὰς κωλύει. οὕτως γοῦν κἀν Ἀφορισμοῖς ἔγραψεν· "ἐν τούτοισι δὲ τῷ ψυχρῷ χρῆσθαι, ὅταν αἱμορραγέειν μέλλῃ, μὴ ἐπ' αὐτὰ, ἀλλὰ περὶ αὐτά, ὅθεν ἐπιρρεῖ," καὶ ὅσα τούτων ἐφεξῆς εἴρηκεν ἔργα τοῦ ψυχροῦ τῆς οἰκείας δυνάμεως, ὅταν διὰ μέσου μηδενὸς ἐνεργῇ.