Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.37
Not analysed yet
πάλιν δ' ὅταν εἴπῃ· "τὰ ψυχρά, οἷον χιών, κρύσταλλος, στήθει |πολέμια, βηχέων κινητικά, αἱμορροϊκὰ καὶ καταρροϊκά", τὸ μὲν "στήθει πολέμια" κατὰ τὴν [τοῦ] αὐτοῦ τοῦ ψυχροῦ δύναμιν εἶπεν, τὸ δὲ "βηχέων κινητικά, αἱμορροϊκὰ" διὰ μέσων ἑτέρων. ἐπειδὴ γὰρ εἰς ἑαυτὰ συνάγεται καὶ σφίγγεται τὰ σώματα τῶν περιεχόντων ἀγγείων τὸ αἷμα, διὰ τοῦτ' ἐνίοτε συμβαίνει ῥήγνυσθαι τοὺς χιτῶνας αὐτῶν, ὥσθ', ὅπερ ὑπὸ πολλοῦ τοῦ περιεχομένου γίνεται [ἐν] τοῖς χαλαροῖς ἀγγείοις, τοῦτο ὑπὸ τοῦ μὴ πολλοῦ συμβαίνει τοῖς τεταμένοις. διὰ τοῦτ' οὖν οὐχ ἁπλῶς εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει τὸ ψυχρὸν εἶναι φλεβῶν <ῥηκτικὸν>, ἀλλὰ τὸ πάνυ ψυχρὸν ἔφη. ταὐτὸ δὲ τοῦτο δυνάμει κἀν τοῖς Ἀφορισμοῖς ἔγραψεν ἐν τῷ φάναι· "τὰ ψυχρά, οἷον χιών, κρύσταλλος", ἐξηγησάμενος διὰ τῶν παραδειγμάτων τίνα τ' ἐστὶ τὰ <ψυχρὰ καὶ τὸ> πάνυ ψυχρόν. πάλιν δ' ἐν Ἀφορισμοῖς εἰπών· "ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει", νῦν εἶπε τὸ ψυχρὸν συστρεπτικὸν ἐν ἴσῳ τῷ συνακτικόν. οὕτως οὖν ἐργάζεται καὶ τοὺς ἐν τοῖς νευρώδεσι μορίοις ὄγκους, καὶ κατά γε τὰ νεῦρα τά τε γαγγλία καλούμενα καί τινας ἄλλας τάσεις |