Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.38
Not analysed yet
τὰς μὲν προμηκεστέρας, τὰς δὲ στρογγυλωτέρας. καί μοι δοκεῖ τὰς μὲν προμηκεστέρας ὠνομακέναι φήρεα, τὰς δὲ στρογγυλωτέρας γογγρώνας, φήρεα μὲν εἰπὼν τὰ τὴν ἐμφέρειαν ἔχοντα φηρῶν (οὕτω γὰρ ὠνομάκασιν ἔνιοι τῶν Ἰώνων τοὺς σατύρους, οὓς γράφουσί τε καὶ πλάττουσι προμήκεις ἐξοχὰς ἔχοντας παρὰ τοῖς ὠσί), γογγρώνας δὲ τὰς περιφερεστέρας ἐξοχὰς μετὰ σκληρότητος, οἷαίπερ εἰσὶν αἱ γινόμεναί τισι τῶν δένδρων ἐπιφύσεις, ἃς καλοῦσι γόγγρους, ὡς καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Περὶ φυτῶν ἔγραψε κατὰ λέξιν οὕτως· "ἔνια δὲ ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἐλαία." λέγουσι δ' ἔνιοι καὶ νῦν ἔτι κατὰ Θετταλίαν ἀκηκοέναι τινῶν γογγρώνας ὀνομαζόντων τὰς τοιαύτας σκληρότητας, ὅταν ἐν τραχήλῳ συστῶσιν. οὐ μὴν τά γε φήρεα λέγοντός τινος οὔτ' αὐτὸς ἤκουσα κατά τι τῶν ἐθνῶν οὔτε τινὸς ἀκηκοότος ἐπυθόμην. καίτοι τινὲς τῶν ἐξηγητῶν φασι τὸν Ἱπποκράτην φήρεα καλεῖν τὰ ἐν Φηραῖς τῆς Πελοποννήσου πλεονάζοντα. τινὲς δὲ διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν γράφοντες ἅμα τῷ φ δη|