Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.39
Not analysed yet
λονότι φέρεά φασιν αὐτὸν ὀνομάζειν τὰ ἐν Φεραῖς τῆς Θετταλίας πολλάκις γινόμενα. τοῦ μέντοι τὰς προμήκεις ἐξοχὰς ὀνομάζειν φήρεα μαρτύριον εἶναι δοκεῖ καὶ τὸ γεγραμμένον ἐν τῷ τῶν Ἐπιδημιῶν ἑβδόμῳ κατὰ λέξιν οὕτως· "ἐπεδήμησαν βῆχες, μάλιστα δὲ παιδίοις, τὰ παρὰ τὰ ὦτα πολλοῖσιν, οἷα τοῖς σατύροις." τὸ δ' ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως συναίτιον καὶ αἱ σκληρότητες τοιοῦτον σημαίνει· ταῖς τῶν εἰρημένων παθῶν γενέσεσιν ὑπὸ τοῦ ψυχροῦ συναίτιόν ἐστι καὶ ἡ σκληρότης τοῦ σώματος, ἐν ᾧ συνίσταται τὰ πάθη, τουτέστιν ὅταν ὁ ἄνθρωπος ᾖ φύσει σκληρὸν ἔχων τὸ δέρμα. διὰ γὰρ τὴν αὐτὴν αἰτίαν τό τε ψυχρὸν αἴτιόν ἐστι τῆς τῶν εἰρημένων παθῶν γενέσεως τό τε δέρμα τὸ σκληρόν. ὅτι γάρ, ὡς αὐτὸς ἔφη, "τὸ ψυχρὸν δέρμα περισκληρύνει", διὰ τοῦτο τὰ τοιαῦτα πάθη γεννᾷ, διεξέρχεσθαι δι' αὐτοῦ τῶν ὑπ' αὐτῷ συναθροιζομένων χυμῶν μὴ δυναμένων. οἷς οὖν ἐστι φύσει σκληρὸν τὸ δέρμα, τούτοις συναίτιον καὶ αὐτὸ γίνεται τοῦ μήτε διαφορεῖσθαι τοὺς παχεῖς