Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.40
Not analysed yet
καὶ γλίσχρους χυμούς, |ἀθροιζομένους θ' ὑπ' αὐτῷ τοὺς εἰρημένους σκληροὺς καὶ σκιρρώδεις ὄγκους ἐργάζεσθαι. ὅτι δὲ καὶ φλεβῶν ῥῆξις ἐν τοῖς φύσει σκληροτέροις ἔσται διὰ τὴν τοῦ ψυχροῦ βίαν οὐκ ἄδηλόν ἐστιν. εἰ γὰρ ὑπὸ τοῦ περιεχομένου κατὰ τὰς φλέβας αἵματος ἡ ῥῆξις γίνεται τῶν ἀγγείων, ἐν τοῖς τοιούτοις ἔσται μᾶλλον, ὅσα διὰ σκληρότητα δυσχερῶς καὶ μόγις ἀνευρύνεται. τὰ γὰρ ἐπὶ πλέον ἐκτείνεσθαι πεφυκότα, κἂν πολὺ τὸ περιεχόμενον ἐν αὐτοῖς ᾖ, στέγει τοῦτο μὴ ῥηγνύμενα. καὶ βῆχες δ' ἂν εἰκότως ἐν τοῖς φύσει σκληροτέροις σώμασι γίνοιντο. λέλεκται γὰρ ὅτι τῶν μαλακῶν ῥᾷον ταῦτα τραχύνεται. γεγραφότων δέ τινων κατὰ τὴν ῥῆσιν ἀντὶ τοῦ βηχῶδες "φυσῶδες", εἰπεῖν τι καὶ περὶ τούτου προσήκει. φαίνεται γὰρ ὁσημέραι <τὰ> κατὰ τὴν γαστέρα πνεύματος φυσώδους ἐμπιπλάμενα τοῖς ψυχθεῖσιν, ἀλλ' ἥ γε παλαιὰ γραφὴ τῆς ῥήσεως οὐ τὸ "φυσῶδες", ἀλλὰ τὸ βηχῶδες ἔχει καὶ κατὰ τοὺς Ἀφορισμούς, ὡς ἔφην ἄρτι, τῶν ψυχροτάτων ὑλῶν ἐν παραδείγματι μνημονεύσας, |