Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.70
Not analysed yet
Ἑτέρους φασὶ λέγειν αὐτὸν τοὺς χωρὶς κακοχυμίας αἱμορραγοῦντας συνεχῶς, οἷς <οὐδὲν> οὔτ' ὠχρᾶς οὔτε μελαίνης χολῆς ἐπιμέμικται. τινὲς δὲ κἀνταῦθα γράφουσιν οὐ παχυσμόν, ἀλλὰ "παχῦναι" τὴν λέξιν σαφεστέραν ἐργάσασθαι βουλόμενοι. τὴν μέντοι διάνοιαν φυλάττουσι τὴν αὐτήν, εἴ γε καὶ αὐτοὶ κελεύειν αὐτόν φασι τοὺς ἑτέρους, οἳ <μὴ> διὰ πλῆθος αἵματος κακοχύμου αἱμορραγοῦσιν, ἧττον παχύνειν, ἀκουομένου δηλονότι τοῦ παχύνειν αὐτοῦ πάλιν διττῶς, τινῶν μὲν κατὰ τὴν δίαιταν, τινῶν δὲ κατὰ τὰ προσφερόμενα τῇ ῥινὶ φάρμακα τὸν παχυσμὸν τοῦ αἵματος ἀξιούντων γίνεσθαι, τινῶν δὲ κατ' ἀμφότερα. βεβαίαν δ' ὅτι γνῶσιν οὐδεμία τῶν τοιούτων ἔχει λέξεων, εἴρηταί μοι πολλάκις. Ξηρῷ δὲ δεῖ λευκὰ <ἀπὸ ῥινῶν τῇ ἢ τῇ χρῆσθαι>, οἷον κηκίς [στυπτηρία]. |