Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.71
Not analysed yet
Αὕτη μὲν ἡ παλαιὰ γραφή, δυσεξήγητον δὲ οὖσαν αὐτὴν ἔνιοι μετέγραψαν, οἱ μὲν ἐπ' ὀλίγον, οἱ δ' ἐπὶ πλέον ὑπαλλάττοντες. ἐπὶ πλέον μὲν οὖν ὑπήλλαξαν οὕτως γράψαντες· "ξηρῷ δὲ λευκῷ ἀπὸ ῥινῶν, οἷον κηκίς, στυπτηρίη." διάνοιαν δ' αὐτῆς εἶναι βούλονται τοιάνδε· τοὺς αἱμορραγοῦντας ἀμέτρως ἀπὸ ῥινῶν πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἔτι καὶ τοπικοῖς βοηθήμασι θεραπευτέον ἐστί. παράδειγμα δὲ τῶν τοπικῶν βοηθημάτων εἰρῆσθαί φασι ξηρὸν φάρμακον λευκὸν ἐντιθέμενον τῇ ῥινί. τῆς κηκίδος δὲ οὐκ οὔσης λευκῆς, ἔνιοι προσέθεσαν αὐτῇ καὶ "τὴν στυπτηρίαν", γράψαντες οἷον κηκίς, στυπτηρίη. τὸ δὲ τῇ ἢ τῇ περιεῖλον εἰκότως, ὡς μικρὸν ὂν καὶ οὐκ ἄξιον Ἱπποκράτους, εἴ γε δὴ σημαίνειν αὐτό φασιν, ὁπότερος ἂν μυκτὴρ αἱμορραγῇ, τούτῳ <δεῖν> τὸ ξηρὸν φάρμακον ἐντιθέναι. φυλαττομένης δὲ τῆς παλαιᾶς γραφῆς αἰνιγματώδης ἡ λέξις γίνεται. τίνα γὰρ ἀπὸ ῥινῶν ἀξιοῖ λευκὰ κενοῦν ἢ καθαίρειν ἢ συμπέττειν ἢ αὐτόματα φερόμενα θεάσασθαι, παντάπασιν ἄπορον εὑρεῖν, αὐτοῦ γε τοῦ Ἱπποκράτους μηδὲν προσθέντος τῷ λευκά. |