Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.72
Not analysed yet
καὶ τοίνυν εἰκότως ἐν αὐτῷ τούτῳ πρῶτον οἱ ἐξηγηταὶ διηνέχθησαν ὑπακούειν ἀξιοῦντες ἄλλος ἄλλο καὶ ὅτι πᾶσιν αὐτοῖς τὸ οἷον ἡ κηκίς ἐναντιοῦται. προσῆκον γὰρ ἦν εἰρῆσθαι τὸ "οἷον κηκίδι". τοῦτο μὲν οὖν κοινῇ πᾶσι μάχεται καὶ φυγεῖν οὐχ οἷόν τε τὸ τῆς ἑρμηνείας ἀλλόκοτον οὐδ' ἐπανορθῶσαι μεταγράφοντα. λέγουσι δ' ἔνιοι τὸν ὅλον λόγον αὐτῷ καὶ νῦν ἔτι περὶ τῆς ἐκ ῥινῶν αἱμορραγίας εἶναι, χρῆσθαι δὲ συμβουλεύειν ἐπὶ τῶν τοιούτων στύφοντι φαρμάκῳ, κατὰ τὸν αἱμορραγοῦντα μυκτῆρα τὴν ἔνθεσιν ποιούμενον, ἄχρις ἂν ἔλθῃ λευκὰ παυσαμένης τῆς αἱμορραγίας. πολλὰ δὲ καὶ ἄλλα μοχθηρῶς λέγουσιν εἰς τὴν ῥῆσιν ἡμαρτημένην, ὡς ἐμοὶ φαίνεται, σχεδὸν δὲ καὶ παρεγκειμένην ὑπό τινος. θαυμάσαι δ' ἔστιν ὥσπερ ἐν ἄλλοις πολλοῖς, οὕτω κἀνταῦθα τοὺς περὶ <τὸν Διοσκορίδην> ἑτοίμως μεταγράφοντας εἰς ὅ τι ἂν αὐτοῖς δόξῃ τὰς Ἱπποκράτους λέξεις. ἁπάντων γὰρ τῶν ἐξηγητῶν ἐπισταμένων ἐν τῇ ῥήσει γεγραμμένον ἀπὸ ῥινῶν λευκά, μεταγράψαντες αὐτοὶ γράφουσιν "ἀπὸ |