Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.73
Not analysed yet
ῥινῶν τῷ λευκῷ". πολλάκις δ' εἶπον ὡς ἐν ταῖς αἰνιγματώδεσι λέξεσι τὸ μὲν πιθανῶς μεταγράφειν ἔξεστιν, εἰπόντα δὲ πρότερον αὐτὸ τοῦτο τηνικαῦτα προσήκει μεταλλάττειν τὴν γραφήν. Ὅταν ἀφροδισιάζειν ἄρχωνται ἢ τραγίζειν, αἱμορραγέουσιν. Αἱμορραγοῦσιν ἐκ ῥινῶν ἑτοίμως οὐ μόνον νοσοῦντες, ἀλλὰ καὶ [οἱ] ὑγιαίνοντες οἱ τὴν ἡλικίαν ἄγοντες ταύτην, ἐν ᾗ συμβαίνει τὸ καλούμενον τραγίζειν. οὗτοί γε καὶ ἀφροδισιάζειν ἤδη δύνανται. καὶ πρότερον μὲν οὖν εἶχον αἷμα πολὺ παῖδες ὄντες, ἀλλ' εἰς τὴν αὔξησιν οὐκέθ' ὁμοίως πολύ. τὸ δ' αἷμα θερμότερον αὐτοῖς γίνεται, διὰ τοῦτ' οὖν αἱμορραγοῦσιν. μεμνῆσθαι δ' ὑμᾶς οἶμαι τὰς μὲν ἐξ ἄλλων μορίων γινομένας αἱμορραγίας μετὰ τῆς τοῦ τόπου προσηγορίας λεγομένας ἀεί, τὰς δ' ἐκ τῆς ῥινὸς ἔσθ' ὅτε καὶ χωρὶς τοῦ μέρους. |