Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.74
Not analysed yet
Ἐν τῇσι δὲ προσόδοισιν <ἔστιν> οἳ ἀποψοφέουσιν, ὡς Ἀρκεσίλαος. οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες. οἱ δ' ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας. Εἴρηκα πολλάκις ὡς, εἰ μὲν τὰ πάνυ κακῶς εἰρημένα πολλοῖς τῶν ἐξηγητῶν ἐλέγχοιμι, δυσχερανοῦσιν ἅπαντες τῷ μήκει τῶν ὑπομνημάτων, εἰ δ' ἀνέλεγκτα παραλείποιμι τῶν μετριωτέρων μνημονεύων, οἱ νοῦν ἔχοντες ἐξ αὐτῶν ὁρμώμενοι καὶ τὰ παραλελειμμένα κρῖναι δυνήσονται. καὶ νῦν οὖν οὕτω πράξω. τὸ μὲν δὴ προσόδοισιν ἅπαντες σχεδὸν ἤκουσαν ἐπὶ τῆς πρὸς γυναῖκα μίξεως, ὥσπερ γε καὶ τὸ ἀποψοφέουσιν ἐπὶ τοῦ φύσας προΐεσθαι. καὶ περὶ μὲν τούτου καὶ μικρὸν ἔμπροσθεν εἴρηται, τὸ δ' ἐφεξῆς γεγραμμένον οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες τοιόνδε τι δηλοῖ· τινὲς τῶν ἐπιχειρούντων ἀφροδισίοις ἐν τῷ |